Ancient Greek
P. Princ. 2 103
Documentary Papyri, P. Princ. 2 103
Not analysed yet
τὰ εἴκοσι δύο νομίσματα τοῦ θαυμασιωτάτου Συμεωνίου τοῦ πραγματευτοῦ καὶ τὰ δέκα τοῦ Ἰακὼβ καὶ τὰ ἓξ τοῦ Σαμπαθίου καὶ τὰ ἓξ ἃ ἀντεφώνησέν μοι ἡ σὴ θαυμασιότης ὑπὲρ Ἄμμωνα καταξίωσον ταῦτα ἀποστεῖλαι, καὶ γὰρ χρείαν αὐτῶν ἔχω, διὰ γὰρ τούτου ἠναγκάσθην ἀποστεῖλαι Σιλουανὸν τὸν σύμμαχον διὰ τὸ ἐμὲ χρείαν ἔχειν τούτων, τὰς δὲ εἴκοσι πέντε ἥμισυ λίτρας τῶν γναφάλλων καταξίωσον ἢ ταῦτα ἀποστεῖλαι ἢ γοῦν ταῦτα ἀνένεγκον μετὰ τῆς ἀποκρίσεως. …