Ancient Greek
P. Princ. 2 106
Documentary Papyri, P. Princ. 2 106
Not analysed yet
καθὼς παρεκάλεσα τὴν σὴν θαυμασιότητα σπούδασον λαβεῖν μου τῶν δύο χρυσίνων ὧν παρεσχόμην αὐτῇ τὸν οἶνον μὴ παρὰ μέντοι τεσσαράκοντα πέντε σηκώματα ξεστιαῖα ἑκάστου χρυσίνου μετὰ τῆς ἄλλης ἐπινοίας καὶ ἢ πέμψον μοι πλοῖον ἐρχόμενον εἰς τὴν πόλιν ἵνα κατάγω κοῦφα ἢ ἀγόρασον… μετρητ… ἔχω τὸ αὐτὸ τοῦ οἴνου τὸ τίμημα ὅ τοτε ὁ θαυμασιώτατος Ὑπατίων εἶπεν ἡμῖν …ου…δυς ὅτι παρέχει τὰ κοῦφα καὶ σὺν θεῷ ταῦτα ἠνεγκεῖν μοι ἢ ἀποπέμψαι …α… Σερήνου τοῦ παιδαρίου σου. ἐπίδος τῷ δεσπότῃ μου τῷ θαυμασιωτάτῳ καὶ ἐναρέτῳ ἀδελφῷ Θεοδώρῳ βοηθῷ παρὰ Διογένους.