Ancient Greek
P. Princ. 2 23
Documentary Papyri, P. Princ. 2 23
Not analysed yet
Κοΐντωι Πακιλλίωι Εὐξείνωι ἐπιστάτηι φυλακιτῶν παρὰ Ἁρθώτου τοῦ Μαρρείους τῶν ἀπὸ Θεαδελφείας δημοσίων γεωργῶν. τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ιη τοῦ Φαρμοῦθι τοῦ μβ ἔτους Καίσαρος ἐπιβαλόντες οἱ τῆς κώμης ποιμένες εἰς τὰς ὑπʼ ἐμοῦ γεωργουμένας βασιλικῆς γῆς κατενέμησάν μου χόρτου ἡμιαρούριον. διὸ ἀξιῶ ἐὰν φαίνηται κατασταθῆναι τοὺς ἐγκαλουμένους ἐπὶ σὲ πρὸς τὴν ἐσομένην ἐπέξοδον. εὐτύχει.