Ancient Greek
P. Princ. 2 29
Documentary Papyri, P. Princ. 2 29
Not analysed yet
Αὐρηλίῳ Ἀπολλωνίῳ τῷ καὶ Ἱέρακι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρʼ Αὐρηλίου Ἀσόειτος Παυσείρεως ἀπὸ κώμης Φιλαδελφίας ἕνεκα τοῦ ἀδελφοῦ μου Ἀτάμμωνος καταγενομένων ἐν κώμῃ Καμίνου. διὰ τὴν γενομένην ἡμῖν ὑπὸ τῶν Λιβύων ἐπέλευσιν τοῦ ἀδελφοῦ μου Ἀτάμμωνος πρόχθες καταπεσόντος δι…ων ἀπὸ δώματος ἠσθένησεν ἐν τῇ αὐτῇ κώμῃ ὁ ἀθεράπευτος καὶ αὐτοῦ πλήξεις πολλὰς ἔχοντος ἀλλὰ καὶ ἀθεραπεύτου γενομένου ἐπιδίδωμι τάδε τὰ βιβλίδια ἀξιῶν ἐν καταχωρισμῷ γενέσθαι μὴ μηδὲν ἀνθρωπινὸν αὐτῷ συμβῇ. διευτύχει. Ἀσόεις ἐτῶν μ, ἀντικνημίοις οὐλαί. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων …Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικκινίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Θὼθ …α.