Ancient Greek
P. Princ. 2 37
Documentary Papyri, P. Princ. 2 37
Not analysed yet
Αὐρήλιος Ἡρακλείδης κοσμητεύσας τῆς λαμπροτάτης πόλεως Ἀλεξανδρέων διὰ Ἀμᾶι φροντιστοῦ Τάνεως Αὐρηλίοις Πάτρωνι καὶ Ἀσόει καὶ Ἀτάμμωνι μισθωταῖς κλήρου Πτιαπ χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὸ ἐκφόριον ὧν γεωργεῖτέ μου ἀρουρῶν ἐπὶ κοινωνίᾳ περὶ κώμην Τάνιν ὑπὲρ τοῦ ἐνεστῶτος δευτέρου ἔτους πλήρης κυρίας οὔσης τῆς μισθώσεως καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἡρακλείδης σεσημείωμαι ὡς πρόκιται. ἔτους β τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστων ,Μεσορὴ ιε. Αὐρήλιος Ἡρακλείδης κοσμητεύσας τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων διὰ Ἀμᾶι φροντιστοῦ Τάνεως Αὐρηλίοις Πάτρωνι καὶ Ἀσόει καὶ Ἀτάμμωνι μισθωταῖς κλήρου Πτιαπ …χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὸ ἐκφόριον ὑπὲρ ὧν γεωργεῖτέ μου ἀρουρῶν ἐπὶ κοινωνίᾳ περὶ κώμην Τάνιν ὑπὲρ τοῦ ἐνεστῶτος γ ἔτους επι… πυροῦ ἀρτάβας ἑξακοσίας πεντήκοντα ἓξ ἥμισυ πλήρης …γίνονται πυροῦ ἀρτάβαι χνϛ 𐅵αιτ…ταστου χνϛ 𐅵ὡς πρόκειται. ἔτους γ τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν, …