Ancient Greek
P. Princ. 2 44
Documentary Papyri, P. Princ. 2 44
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Χοιὰκ ε, διέγραψεν διὰ Διδύμου καὶ μετόχων πρακτόρων Ἥρων Φάσειτος τοῦ Χαιρήμονος μητρὸς Θαισᾶτος συνταξίμου τοῦ αὐτοῦ ἔτους ἀργυρίου δραχμὰς δώδεκα ὀβολὸν ἡμιωβέλιον χαλκοῦς 2, γίνονται δραχμαὶ ιβ ὀβολὸν ἡμιωβέλιον χαλκοῖ 2, ὑϊκῆς δραχμὴν α ὀβολὸν, μαγδωλοφυλακίας καὶ φυλακίας δραχμὴν α τριώβολον χαλκοῦς 2, δεσμοφυλακίας καὶ ποταμοφυλακίας διώβολον ἡμιωβέλιον.