Ancient Greek
P. Princ. 2 71 Ro
Documentary Papyri, P. Princ. 2 71
Not analysed yet
χαίροις Χαίρημον τιμιώτατε. τοσαῦτα διηνέχθην πρὸς τὸν πρύτανιν ἕνεκεν τῆς διαγραφῆς, ἔγραψας γὰρ διαγραφῆναι δραχμὰς Εφ, ἀλλʼ ἐπὶ ὅλον τάλαντον ᾔτησαν. ἠρκέσθην ἐπὶ τοῦ παρόντος δραχμαῖς Ε, ἀλλʼ ἐπεὶ παρόντος Ὡριγένους πάλιν πολλὰ τοῦ γυμνασιάρχου ὁ μὲν Ἡλιόδωρος ᾐδέσθη με, προσενεχθέντος αὐτῷ Σατορνείλου, παρῆν γὰρ καὶ ὁ φίλος μου, μόνος δὲ ὁ πρύτανις ἀντέστη μοι ὡς ἀκοῦσαι καὶ λέγειν, ὁ γὰρ δεκάδαρχος πάνυ γε ἐτίμα καὶ Ὡριγένης τοσαῦτα παρὼν εἶπεν οἷα ς… μόγις ἐγὼ ὑπέστην ἀποδοῦναι δραχμὰς χιλίας εἰς τὴν α…α…αι…μεν ἀνεχώρησε ὡς εν…οι …χ… …αιτ…αραμ… χάρις καὶ τῶν ο…εκλ… Πομπηιανὸς τάλαντον καὶ δραχμὰς Εφ ἔτι ὀφείλει καὶ ἔτι κατέχεται το… …ὅλον διδόντος οὕτως ὑπὲρ τῶν ἐκκειμένων ἐν σοὶ ὑπὲρ ἧς ἐξετέλεσας κοσμητείας. ἀσπάζομαι τὰ παιδία καὶ τὴν σύμβιον …ω…. ἐρρῶσθαί σε εὔχομαι. τῆς φύσεως τὸ εὐσυνείδητον καὶ τῶν τρόπων τὸ σπουδαῖον ἐκ πολλοῦ μὲν ἀκούων νῦν δὲ ἔργῳ μαθὼν ἥσθην. συν μαι χαίρων καλω…ο… τὸν φίλον καθλη…νος τὰ …κομισθέντα μοι γράμματα πτεραι ἀνέγνων ἅπερ προλαβ…