Ancient Greek
P. Princ. 2 73
Documentary Papyri, P. Princ. 2 73
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Αὐγάρῳ Ἀφύγχις πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ θεῷ. ἀλλʼ ὅρα, κύριέ μου, μὴ ἀμελήσῃς …το…σε ταχέως μοι πέμπειν. ἐπεί ἡμέραι εἰσὶν τοῦ βαλεῖν τὰ πλοῖα εἰς ποταμὸν, ἵνα καταγάγωμεν τὸ πλοῖον εἰς Λο… …ἐπεζήτησά τε εἰ πα…ικα τὴν ὁδὸν καὶ ἐν ἑτοίμῳ αὐτὸ ἀφίω μέχρι οὗ μοι παραγένῃ. ἀλλʼ ὅρα μή μοι κατάσχῃς δύο μετὰ σοῦ ἐνταῦθα …ι εἰς δαπάνην ἔχω καὶ μ…ι συντάξειν σημεῖα. ἀσπάζομαι τὸν ἀδελφὸν Ἀλέξανδρον καὶ τὸν ἀδελφὸν Μάκρον καὶ …καὶ Εἰσσὰκ καὶ ὅλον τὸν οἶκόν σου κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.