Ancient Greek
82.r.78 to 82.v.89
Documentary Papyri, P. Princ. 2 82.r.78-82.v.89
Not analysed yet
καὶ ἐμμενῶ διὰ παντὸς ταύτῃ καὶ οὐκ ἐνκαλῶ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας ἀπέλυσα. Δανιὴλ Βησᾶ πρεσβύτερος ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν ἐπὶ πᾶσι τοῖς ἐνγεγραμμένοις κεφαλαίοις καὶ στέργω διὰ παντὸς καὶ πείθομαι πᾶσι τοῖς συμφώνοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας ἀπέλυσα. Ἀρείων Βησᾶ πρεσβύτερος ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν ἐπὶ πᾶσι τοῖς ἐγγεγραμμένοις κεφαλαίοις καὶ στέργω διὰ παντὸς καὶ πείθομαι πᾶσι τοῖς συμφώνοις καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀναγνοὺς καὶ ὑπογράψας ἀπέλυσα. Θεόφιλος Ἀπόλλωνος διάκονος ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν πειθόμενος πᾶσι τοῖς ἐγγεγραμμένοις καὶ ἐμμενῶ διὰ παντὸς ταύτῃ καὶ οὐκ ἐγκαλῶ ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. Κλαύδιος Ἡρακλίδης Ἀλεξάνδρου βουλευτὴς Λυκοπολιτῶν ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόντος καὶ εἰπόντος μοι γράμματα μὴ εἰδέναι. Αὐρήλιος Κολλοῦθος Βησᾶ ἀπὸ Διαδοῦς μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν διαλυσαμένων. Αὐρήλιος Διονύσιος Σόϊτος μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν διαλυσαμένων. Αὐρήλιος Ἰοβῖνος Ἀκώριος μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν διαλυσαμένων. Αὐρήλιος Βησᾶς. …μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν διαλυσαμένων …. κοινὴ διάλυσις Κύρου θεοσεβεστάτου ἐπισκόπου καὶ ἑτέρων ἀδελφῶν καὶ Θεοφίλου.