Ancient Greek
P. Princ. 3 117
Documentary Papyri, P. Princ. 3 117
Not analysed yet
…ωι στρατηγῶι …παρὰ Θαήσιος τῆς Χ… τῶν ἐκ Φιλαδελφείας ἐπέδωκά σοι ὑπόμνημα κατὰ Τεσενούφιος θησαυροφύλακος τοῦ Ἀντιφίλου ἰδιωτικοῦ θησαυροῦ προφερομένη Τεσενοῦφιν παραθεμένην με αὐτῶι ἐν τῶι θησαυρῶι πυροῦ ἀρτάβας σϙγ ἀρνήσασθαί μου αἰτούσης αὐτὰς ἐμὲ συνπεριενεχθῆναι αὐτῶι ἐφʼ ὧι ἐν τῶι ἔτει κζ ἀποδώσειεν βουλομένη αὐτὸν συνλαβεῖν ὑπεσχόμην καὶ ἐγράψατο ἐπιστολὴν εἰς τοπάρχην …την Πτολεμαίου ἑκατοντάρουρον ὀνόματι οὗ καὶ γεωργῶ τὸν κλῆρον. ἔγραψας Σαραπίωνι τῶι ἐπιστάτει. ἔπειτα καὶ ὁμόλογος γενόμενος συνέσχεν αὐτόν. ἐπεὶ οὖν ἐντυχοῦσά σοι συνέταξας τῶι Σαραπίωνι καταστῆσαι αὐτόν. τούτου δὲ μὴ καθεσταμένου ἀξιῶ σε ἐπεὶ ἐπὶ τῶν τόπων εἶ, βοηθοῦντά μοι ἐπαναγκάσαι Σαραπίωνα καταστῆσαι τὸν ἄνθρωπον ὅπως τύχω τοῦ δικαίου. εὐτύχει …Ἐπεὶφ παραθέσεως ἔγκλημα …τη…οργηι… εὔξομαι τοὺς γρ… …αὐτῆι δεῖ τὰς λειπούσας πυροῦ ἀρτάβας σϙγ …ἐπὶ κζ ἔτους γεν…