Ancient Greek
P. Princ. 3 133
Documentary Papyri, P. Princ. 3 133
Not analysed yet
Αὐρήλιοι Εὐτόλμιος ἐξηγητὴς καὶ Ἡρακλειανὸς ὁ καὶ Μωρίων ἀρχιερεὺς ἀμφότεροι βουλευταὶ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως δημοσίων χρημάτων τραπεζῖται Αὐρηλίᾳ Σιντοτόῃ τῇ καὶ Ἀλειταρείῳ χαίρειν. διέγραψας ἡμῖν ἐπὶ τὴν τοῦ νομοῦ δημοσίαν τράπεζαν εἰς ἀρίθμησιν …μηνὸς Χοίακ λ ὑπὲρ …ολίου ἐποικίου Ταωτρι… τοῦ ἐνεστῶτος ιθ καὶ ιη καὶ ια ἀργυρίου δραχμὰς τρισχιλίας γίνονται δραχμαὶ Γ ἔτους ἐννεακαιδεκάτου καὶ ἔτους ιη τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ια Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παῦνι ι. …