Ancient Greek
P. Princ. 3 151
Documentary Papyri, P. Princ. 3 151
Not analysed yet
Αὐρηλίοις Πετιρείῳ καὶ Λυκαρίωνι Λυκαρίωνος ἀπὸ βενεφικιαρίων διʼ Ἀπολλιναρίου προνοητοῦ παρὰ Αὐρηλίου Διοσκόρου ἀπὸ κώμης Ἰβιῶνος. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν ἐκ τῶν ὑπαρχόντων ὑμῖν βόας δύο ἀθανάτους, μία μὲν τελεία πυρρὰ ὀνόματι Εἰσάριον, ἡ δὲ ἑτέρα δάμαλις λευκὴ ὀνόματι Τεσευρις, ἐπὶ χρόνον ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ ιε ἰνδικτίονος φόρου κατʼ ἔτος ἕκαστον πυροῦ ἀρτάβας ἓξ ἀρτάβας ϛ. τὸν δὲ φόρον ἀποδώσω κατʼ ἔτος ἕκαστον, ἐπὰν δὲ ὃ μὴ γίνοιτο θάνατος ἐκβῇ ὄντος πρὸς ἐμὲ τὸν μισθούμενον, τῆς δὲ τούτων γονῆς οὔσης πρὸς τὸν αὐτὸν μισθούμενον καὶ τῆς τούτων θρέψεως καὶ πάσης ἐπιμελείας καὶ μετὰ τὸν χρόνον …