Ancient Greek
P. Princ. 3 163
Documentary Papyri, P. Princ. 3 163
Not analysed yet
Γάιος Ὡρίωνι τῷ φιλτάτῳ χαίρειν. καὶ ἄλλοτέ σοι ἔγραψα διὰ τοῦ καμηλίτου σου ὅτι οὐδείς μοι δέδωκε τοῦ χόος τῆς κεδρίας. διὸ ἐὰν μὲν ἐπανακλίνης, εὖ καὶ καλῶς· εἰ δὲ μὴ ἐντεληση τῷ καμηλίτῃ σου ὅπως δῳ μοι ἢ τὴν τιμὴν ἢ σιτάρια αὐτῶν. ἀλλὰ μὴ ἀμελήσῃς καὶ γράψεις ἡμῖν περὶ τῶν Ἀμμωνίου σκευῶν ψιλῶν καὶ …πνι ἔδωκε καὶ ἡ ἐπιστολὴ τοῦ υἱοῦ αὐτοῦ. ἔρρωσο Φαμενὼθ κη Ὡρίωνι καμηλίτῃ εἰς τὸν καμηλίτην αὐτοῦ ἀπὸ Γαίου