Ancient Greek
P.Rain.Cent. 123
Documentary Papyri, P.Rain.Cent. 123
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ τῆς μακαρίας μνήμης Ἀρμάτου, Παῦνι β. τῆς εὐτυχοῦς πρώτης ἰνδικτίωνος ἐν κώμης Φεβίχεως μεγάλης τοῦ Ἡρακλεοπολίτου νομοῦ. Φλαουίῳ Ὀλυμπίῳ τῷ περιβλέπτῳ κόμετι τοῦ θείου κονσιστωρίου γεουχοῦντι ἐν τῷ Ἡρακλεοπολίτῃ Αὐρήλιος Ἁτρῆς Ἀπόλλωνος μητρὸς Ἀβόκης μετʼ ἐγγυητοῦ τῆς ἀποδόσεως τοῦ δηλουμένου χρέους ἐμοῦ Αὐρηλίου Ἀνοῦπ Παμουθίου Ἀμμωνιανοῦ πρωτοκωμήτου τῶν ἀπὸ κώμης Φεβίχεως χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι παρὰ τῆς σῆς λαμπρότητος τὴν μεταξὺ συμφωνηθεῖσαν πρὸς ἀλλήλους τιμὴν κεραμίων ἐλαίου νέου ἐκλεκτοῦ ὀκτακισχιλίων ὀκτακοσίων, γίνεται κεράμια Ηω μόνα, ὅπερ ἐπάναγκες ἀποδώσομεν τῇ σῇ λαμπρότητι τῷ ἐπιόντι μηνὶ Μεχεὶρ τῆς εὐτυχούσης δευτέρας ἰνδικτίωνος, γεωργίας τρίτης ἰνδικτίωνος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας ὑποκειμένων εἰς τοῦτο πάντων τῶν ἡμῖν ὑπαρχόντων καὶ ὑπαρξόντων ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ἐν παντὶ εἴδει καὶ γένει. τὸ γραμματεῖον κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἁτρῆς Ἀπόλλωνος ὁ προκίμενος ἔσχον τὴν τιμὴν κεραμίων ἐλαίου ὀκτακισχιλίων ὀκτακοσίων καὶ ἀποδώσω ἐν τῷ καιρῷ ὡς πρόκιται. Αὐρήλιος Ἀνοῦπ Ἀμμωνιανοῦ ὁ προκείμενος ἐγγυητὴς ἐγγυῶμαι τὴν ἀπόδοσιν ……διʼ ἐμοῦ Σαμβᾶ ἐγράφη. χειρόγραφον Ἁτρῆτος Ἀπόλλωνος μητρὸς Ἀβόκης …νου