Ancient Greek
P.Rain.Cent. 161
Documentary Papyri, P.Rain.Cent. 161
Not analysed yet
τῷ δεσπότῃ μου τιμιωτάτῳ ἀδελφῷ Φαρίωνι Μαρτυρίος χρυσοχόος χαίρειν. ἐπανελθὼν ἀπὸ Ἀλεξανδρίας εὑρέθην τὰ περισκελίδια τῆς ἐλευθέρας σου παρʼ ἐμοί, καὶ λέγει ὁ ἀδελφός μου ὅτι κατέχεις με ἕνεκεν ζημίας. ἐδοκίμασα γὰρ τὰ περισκελίδια. εὑρέθην μηδὲ ἔχοντα κένχρα καὶ μεγάλην τρῖψιν ἔχουσιν. μάθε δὲ παρὰ τῆς ἐλευθέρας σου μήποτε, ἀφʼ οὗ ἐποίησά σοι αὐτά, μη… ἄλλος ἐποίησεν, ἢ ἐποίησεν αὐτὰ εἰς τὴν …κώμην ἢ διὰ ἄλλου χρυσοχόου ἐποίησεν. …καὶ γὰρ πολλὰ ἔργα ἐποίησά σοι. χάρις …τῷ θεῷ ουδε… ἰδοὺ γὰρ, καὶ μ… οὐκ ἐδυνήθην …χυσε αὐτά. εἰ μὲν οἶδες ὅτι εἰς καταπλοκὴν ἤλθαμεν, πέμψον καὶ παρέχω σοι αὐτὰ τὰ ἀργά σου. ἰδοὺ γάρ, καὶ τὰ ψέλλια τῆς ἐλευθέρας σου, ἰδού, οὔπω ἐτρίβησαν. καινὰ γάρ εἰσιν. καταξίωσον καινῶσαι αὐτά, ἵνα μάθῃς τὴν προαίρεσιν ἡμῶν. μὰ τὸν θεόν, ἐὰν δῷςμοι ὁλοκόττινον, οὐκ ἀφῶ τὴν οὐνκίαν παρὰ κεράτιον. καὶ γὰρ πολλὰ ἔργα ἐποίησα τῷ ἀδελφῷ σου …ιτα…υτω οὐδὲ παρὰ ἓν κεράτιον ἐκτὸς τῆς ἀπουσίας αὐτῶν. μάθε πάλιν παρὰ τῶν χρυσοχόων τῆς Ἡρακλέους ὅτι τί ἐστιν ἡ ἀπουσία. μὴ θελήσῃς ἡμᾶς καταπλέξαι. τὰ διψέλλια ἃ ἔχω οὐ δύναμαι αὐτὰ τελειῶσαι, φοβούμενος μὴ τὰ αὐτὰ πάθω. εἰ δὲ θέλεις, τελειώσω τὰ διὰ σοῦ ἔργα προθύμως δήλωσόν μοι, ἵνα τελείωσω καὶ ἀποστελῶ σοι. καὶ σὺν θεῷ ἐὰν ἔλθῃς, ἐξουσίαν μου ἔχεις ἀρεῖν με εἰς τὰ ἅγια ἐρρῶσθαί σε εὔχομαι καὶ λαβεῖν μοι πίστιν πολλοῖς χρόνοις, κύριε ἄδελφε. ὡς θέλεις. τῷ δεσπότῃ μου τιμιωτάτῳ ἀδελφῷ Φ …