Ancient Greek
P.Rain.Cent. 42
Documentary Papyri, P.Rain.Cent. 42
Not analysed yet
Ἰσοκράτης Ὥρωι χαίρειν. καλῶς ποιήσεις παραδείξας αὐλὴν Πετοσίρει τῶι βουκόλωι ὅπως ἔχῃ τὰ κτήνη ἕως τοῦ κατανεμῆσαι τὰ χλωρά, καὶ μὴ ἄλλως ποιήσῃς ἐστὶν γὰρ ἀναγκαία χρεία μάλιστα μὲν καὶ οἴκημα ὑπόστεγον, ὅπως ἔχῃ τὰ δαμάλια καὶ μὴ ὕπαιθρα ᾖ. ἔρρωσο. ἔτους κϛ Ἁθὺρ ιβ Ὥρωι