Ancient Greek
P.Rain.Cent. 47
Documentary Papyri, P.Rain.Cent. 47
Not analysed yet
ἔτους θ Ἐπεὶφ η. ὁμολογεῖ Δίων Ἀκαρνὰν ἑκατοντάρουρος τῆς γ ἱππαρχίας μεμετρῆσθαι ἐκ τοῦ ἐν Αὐτοδίκηι θησαυροῦ παρὰ Ἐπιγόνου τοῦ παρὰ Μητροδώρου οἰκονόμου διὰ Διονυσίου σιτολόγου …εἰς τὸν ἴδιον κλῆρον ὃν ἔχει περὶ Πηλούσιον τῆς Θεμίστου μερίδος διὰ κωμογραμματέως οσ…ρχη …κα… …ριν ὡς εἰς τὸ δέκατον ἔτος εἰς ἀρούρας λϛ ὡς τῆς ἀρούρας η σησάμου καθαροῦ ἀρτάβας τέσσαρας ἥμισυ γίνεται δ 𐅵ὡσαύτως τῶι Ἡρακλείτωι Ἀκαρνὰν ἑκατονταρούρωι εἰς τὸν ἴδιον κλῆρον εἰς ἀρούρας ν ὡς τῆς ἀρούρας η σησάμου καθαροῦ ἀρτάβας ἓξ δ γίνεται ϛ δ συμπάσας σησάμου ἀρτάβας δέκα 𐅵δ γίνεται ι 𐅵δ μέτρωι τριακονταχοινίκωι σκυτάληι καὶ μετρήσει δικαίαι καὶ οὐθὲν ἐνκαλοῦμεν. ὁμολογεῖ Δίων Ἀκαρνὰν ἑκατοντάρουρος τῆς τρίτης ἱππαρχίας μεμετρῆσθαι κατὰ τὰ ἄνω γεγραμμένα σπέρμα σησάμου ἀρτάβας τέσσαρας ἥμισυ . ὁμολογεῖ Ἡράκλειτος Ἀκαρνὰν ἑκατοντάρουρος ……ς… μεμετρῆσθαι σησάμου ἀρτάβας ἓξ ἥμισυ γίνονται …παρὰ σήμισυ η… τος ἕκαστον …ἀρτάβας ἕξ …