Ancient Greek
P.Rain.Cent. 58
Documentary Papyri, P.Rain.Cent. 58
Not analysed yet
……ω… τε… Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Σοκνοπαίου Νήσου ἐπέδωκέ μοι βιβλίδιον βουλόμενος ἱερατικῶς περιτεμεῖν υἱοὺς αὐτοῦ δύο Πακῦσιν καὶ Στοτοῆτιν ἐκ μητρὸς Ταφιώμιος ἱερείας τῶν αὐτῶν θεῶν· εἰς ἀπόδειξιν τοῦ εἶναι ἱερατικοῦ γένους διʼ ἐκτάκτου παρέθετο ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς θ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ εἰκονισμοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἐπὶ ὑπογραφῆς τῶν τοῦ νομοῦ δημοσίων λόγων βιβλιοφυλάκων καὶ ἀντίγραφον κολλήματος ἐπιγεννήσεως τῶν παίδων συνθεμένων σὺν ταῖς ἀποδείξεσι Πετεσούχου τοῦ καὶ Πτολεμαίου Ὀννώφρεως στολιστοῦ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ διαδόχου προφητείας τῶν ἐν Ἀρσινοείτῃ θεῶν καὶ Πακύσεως Πανεφρέμμεως τοῦ Ὥρου καὶ Σαταβοῦτος Ὥρου τοῦ Σαταβοῦτος καὶ Πανεφρέμμεως Ἀγχώφεως καὶ Τεσενούφεως Τεσενούφεως καὶ Ἁρπαγάθου Στοτοήτιος …τῶν ε πρεσβυτέρων ἱερέων τῆς κῶμης. γράφω σοι, τιμιώτατε, παραγγείλας τῷ Ὀννῶφρι ἥκειν ἐπί σε μετὰ τῶν παίδων· εἴσιν μέντοι πρὸς τὸ ἐνεστὸς …ἔτος τοῦ κυρίου ἡμῶν Ἀντωνίνου Καίσαρος κατὰ τὴν ὡς πρόκειται γενομένην αὐτῶν ἐπιγέννησιν ὁ μὲν Πάκυσις ἐτῶν …,ὁ δὲ Στοτοῆτις ἐτῶν …ἐρρῶσθαί σε εὔχομαι