Ancient Greek
P.Rain.Cent. 60
Documentary Papyri, P.Rain.Cent. 60
Not analysed yet
…τῷ καὶ Ἀπολλωνίῳ νομάρχῃ Ἀρσινοείτου παρὰ Ε… τῆς Ἀμμωνίου θυγατρὸς κατοίκου τῶν ἐν Ἀρσινοείτῃ ἀνδρῶν Ἑλλήνων μετὰ κυρίου τοῦ συνγενοῦς Σαμβ… τοῦ Πτολεμαίου. βούλομαι …ωρε…ως ἐν τῇ ὑπαρχούσῃ μοι οἰκίᾳ ἐν κώμῃ Μητροδώρου ἐποικίου τῆς Ἡρακλείδου μερίδος μυλαῖον, ὑπὲρ δὲ τελέσματος πελωχικοῦ καὶ παρέργου κατʼ ἔτος ἕκαστον ἀπὸ τοῦ ἐνεστῶτος δ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν τελέσω κατʼ ἔτος δραχμὰς δέκα ὀκτὼ πρὸς ἕτερον δὲ οὐδὲν ἁπλῶς πραχθήσομαι. Κ… ὁ καὶ Ἀπολλώνιος διὰ Ἰσιδώρου τοῦ καὶ Ἰσχυρίωνος ἔσχον τὸ ἴσον. ἔτους δ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Τῦβι ιδ.