Ancient Greek
P.Rain.Cent. 69
Documentary Papyri, P.Rain.Cent. 69
Not analysed yet
Αὐρηλίῳ Μαξίμῳ τῷ καὶ Ἑρμαίσκῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων …παρὰ Μάρκου Αὐρηλίου Ἰσιδώρου ……βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ παρὰ Ἀντωνίου Νεμεσιανοῦ στρατιώτου λεγιῶνιος δευτέρας Τραιανῆς Γερμανικῆς Ἰσχυρᾶς Φιλιππιανῆς ἑκατονταρχίας δευτέρας ἁστάτου πρώτου. συγχωρεῖ ὁ Αὐρήλιος Ἰσίδωρος ἀπεσχηκέναι παρὰ τοῦ Ἀντωνίου Νεμεσιανοῦ ἃς ἐδάνεισεν αὐτῷ κατὰ συνχώρησιν τελειωθεῖσαν διὰ τοῦ καταλογείου τῷ διεληλυθότι ε… καιδεκάτῃ ἀργυρίου Σεβαστῶν νομίσματος δραχμὰς τρισχιλίας πλῆρες παραχρῆμα καὶ τοὺς τούτων τόκους ὁμοίως παραχρῆμα διὰ χειρὸς καὶ ἀπὸ τοῦ νῦν α… έχειν τὴν δηλουμένην τοῦ δανείου συνχώρησιν ἀφʼ ἧς καὶ συγχωροῦσι μηδὲ τὸν Αὐρήλιον Ἰσίδωρον μηδὲ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα ἐπιπορεύεσθαι ἐπὶ Νεμεσιανὸν χάριν …απε… δ… συνχώρησις δανείου εἰς Ἀντώνιον Νεμεσιανὸν ἀργυρίου δραχμῶν Γ.