Ancient Greek
P.Rain.Cent. 82
Documentary Papyri, P.Rain.Cent. 82
Not analysed yet
…Ἡρακλέους πόλεως Αὐρηλίοις Ἡρακλείδῃ Πουσῆτος καὶ Ἀνοῦφι Ὀφελλίου ἀμφοτέροις κωμάρχαις κώμης Χοινώθμεως διὰ τοῦ παρόντος Ἡρακλείδου χαίρειν. μεμίσθωμαι παρʼ ὑμῶν ἀπὸ τῶν διαφερόντων τῇ ὑμετέρᾳ κώμῃ λόγου ἐπινεμήσεως περὶ κώμην Σῶβθιν τῶν Περὶ πόλιν ἐκ τοῦ Πτολεμαίου κλήρου ἀρούρας ἐννέα πρὸς ἀναμέτρησιν εἰς σπορὰν πυροῦ εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος κα καὶ ιγ ἐκφορίου ὃ ἑκούσιος ἐπεδεξάμην ἀκινδύνου παντὸς κινδύνου καὶ ἀνυπολόγου παντὸς ὑπολόγου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας πέντε τέταρτον ὅνπερ συναγόμενον πυρὸν ἀποδώσω ὑμῖν μησὶ Ἐπεὶφ Μεσορὴ μέτρῳ δημοσίῳ ξυστῷ ἀνυπερθέτως πράσσουσι καθάπερ ἐκ δίκης τῶν ὑπὲρ τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς τὸ κοινὸν τῆς κώμης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἡ μίσθωσις κυρία. ἔτους κα τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ιγ ……μεμίσθωμαι καὶ ἀποδώσω ὡς πρόκειται.