Ancient Greek
P.Rain.Cent. 86
Documentary Papyri, P.Rain.Cent. 86
Not analysed yet
ὑπατείας Φλαουίων Εὐχαιρίου καὶ Συαγρίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Φαμενὼθ α. Αὐρήλιος Κεφάλων Θεοδώρου μητρὸς Σοφίας διάκονος καθολικῆς ἐκκλησίαςἀπὸ κώμης Ταμωρῶ τοῦ Ἡρακλεοπολίτου νομοῦ Αὐρηλίῳ Λεοντίῳ κεκωσταρηπατων τὴν τέχνην ἀφʼ Ἡρακλέους πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ εἰς ἰδίαν μου καὶ ἀ ναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου χρυσοῦ διζῴδια ἁπλᾶ νομισμάτια πέντε, γίνεται νομισμάτια ε κεφαλαίου καὶ ἐφʼ ᾧτε μὲ παρασχεῖν σοι ἀντὶ λόγου ἐπικερδίας κατὰ μῆνα ἕκαστον σιππίου πενταμναῖα δεσμίδια πέντε καὶ ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους ἰνδικτίωνος ὑποτίθημί σοι ἐνέχυρον ἀσήμου καύκιον καὶ ξεστ…ς λίτρας …ἅπερ ἀποδώσω σοι …παντοίων παντὸς εἴδους. κύριον χειρόγραφον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Κεφάλων ὁ προκίμενος ἔσχον παρὰ σοῦ ἐν χρυσῷ διζῳδίῳ τὰ τοῦ χρυσοῦ νομίσματα πέντε, νομίσματα ε, καὶ ἐφʼ ᾧτε μὲ παρασχεῖν σοι ἀντὶ λόγου ἐπικερδίας κατὰ μῆνα ἕκαστον σιππίου πενταμναῖα δεσμίδια πέντε καὶ ὑποτίθημι νῦν σου ἀσήμου καύκιον καὶ ……Κεφάλων Θεοδώρου Ταμμωρῶ χρυσοῦ νομίσματα ε.