Ancient Greek
P.Rain.Cent. 99 Ro
Documentary Papyri, P.Rain.Cent. 99
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαρκιανοῦ τοῦ αἰωνίου αὐγούστου τὸ α καὶ τοῦ ἀποδειχθησομένου Ἐπεὶφ λ Φλαουίῳ Μακαρίῳ λογιωτάτῳ σχολαστικῷ ῥιπαρίῳ νομοῦ Ἑρμοπολίτου παρὰ Αὐρηλίου Τιμοθέου καταμένοντος ἐπὶ κώμης Τεμενκύρκεως Ποιμένων πρώην διὰ λιβέλλου δόσεως προσελθὼν τῷ λαμπροτάτῳ ἡγεμόνι …ρας ᾐτιασάμην Διόσκορόν τινα καὶ τοὺς αὐτοῦ συνεργοὺς ἐπὶ φανερᾷ αἰτίᾳ καὶ ἀποφάσεως προσπορισθείσης αὐτοῖς τῆς βουλομένης ἢ διαλύειν αὐτοὺς τὰ ἐπαγόμενα ἢ διὰ Κολλούθου δικάσασθαι …ν τὴν παράστασιν αὐτοὺς ποιεῖσθαι. ἀλλʼ ἔτι τοῦ πράγματος μετεώρου ὄντος καὶ ὑπὸ προστασίαν φανερὰν θεραπευομένων αὐτῶν …τῶν δικαίων μέχρι τῆς δεῦρο τυχεῖν ο… …φεύγω ἐπὶ τὴν σὴν στερρότητα διὰ τούτων τῶν …κ… λιβέλλων ἀξιῶν αὐτὸν τὸν προειρημένον καὶ τοὺς τούτου συνεργοὺς παραχρῆμα ἐν ἀσφαλεῖ γένεσθαι. ἑτοίμως γὰρ ἔχω με το… πολ …ἐν τῷ δικαστηρίῳ περὶ τούτου πρὸς τὸ δύνασθαί με τῆς σῆς εὐεργεσίας τυχεῖν. Αὐρήλιος Τιμόθεος ἐπιδέδωκα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …εἰσὶ δὲ οἱ αἰτιαθέντες ὡς συνεργοί· …Παπνοῦθις ἀδελφὸς Διοσκόρου τοῦ πρ… καὶ …Ταναροοῦς ἡ τούτου μήτηρ καὶ …Εὖς ἡ τούτου γαμετὴ καὶ …Ἑρμῆς Σαλιούτου καὶ …κώμης Τεμενκύρκεως …λιβελλ …οἱ ἐπ ἐσχάτῳ κινδύνῳ τῶν ἐλευθέρων πραγματευόμενοι τὸ δημόσιον ἐπιβλ… τῶν συντελεστῶν ἐπὶ καταλύσει δὲ τοῦ φόβου τοῦ δικαστηρίου τῆς ἐσχάτης …τιμωρίας ὑπαρχου… ενομεν… κατέστησεν τὴν τῶν κακουργησάντων τὰ δημόσια χώματα διους φόβο… τῆς μὲν προσεδρείας ἐμαυτὸν πρὸς βραχὺ μεταστήσας παραδέδωκα καμάτους ……κομιδη πρὸς τελεσιουργίαν τῆς ἀπαραιτήτου καὶ ἀναγκαίας χρείας καὶ ……ὑπʼ αὐτῶν ἐπερ… …θέντων ναυ… …ουρος παρενβαλὼν ἑαυτὸν εἰς τὸ χῶμα …