Ancient Greek
P.Rain.Unterricht 178
Documentary Papyri, P.Rain.Unterricht 178
Not analysed yet
ἔστω μήνισκος, οὗ ἡ μὲν ἐκτὸς περίμετρος σχοινίων ι, ἡ δὲ ἐντὸς σχοινίων ιβ. βάσις σχοινίων β, πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰς δύο περιμέτρους, γίνεται κβ. τοῦτων λαβὲ τὸ 𐅵,γίνεται ια. ταῦτα τὰ σχοινία ποίησον ἐπὶ τὰ δύο τῆς βάσεως, γίνεται κβ. τοσούτων ἀρουρῶν ἐστιν ὁ μηνίσκος ὡς ὑπόκειται. σχοινία ιβ σχοινία β σχοινία ι σχοινία β γίνονται ἄρουραι λβ ἔστω κύκλος, οὗ ἡ μὲν περίμετρος σχοινίων λ. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. ποίησον τὰ σχοινία λ ἐφ' ἑαυτά, γίνεται ϡ. τούτων λαβὲ τὸ ιβ, γίνονται οε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται περίμετρος σχοινίων λ γίνονται ἄρουραι οα ἔστω κύκλος, οὗ ἡ διάμετρος σχοινίων ι. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. ποίησον τὰ ι ἐφ' ἑαυτά, γίνεται ρ. τούτων λαβὲ τὸ 𐅵δ ',γίνονται οε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται σχοινία ι γίνονται ἄρουραι οε ἔστω κύκλος ημ…ς, οὗ ἡ μὲν κάθετος σχοινίων ιε, ἡ δὲ διάμετρος σχοινίων λ. πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰ σχοινία τῆς καθέτου …ποίησον ἐφ' ἑαυτά, γίνεται Βκε. τούτων λαβὲ τὸ γ, ποιήσονται χοε. τοσούτων ἀρουρῶν ἐστιν ὁ κύκλος, ὡς ὑπόκειται. κάθετος σχοινίων ιε διάμετρος σχοινίων λ γίνονται ἄρουραι χοε ἔστω ἡμικύκλιον, οὗ ἡ μὲν κάθετος σχοινίων ε, ἡ δὲ διάμετρος σχοινίων ι. δυσὶν οὖν πόσων ἀρουρῶν ἔστιν; ὡς δεῖ ποιῆσαι. συνθὲς τὰ σχοινία τῆς καθέτου καὶ τὰ σχοινία τῆς διαμέτρου, γίνεται ιε. τούτων λαβὲ τὸ 𐅵,γίνεται ζ𐅵 ταῦτα τὰ σχοινία ποίησον ἐπὶ τὰ ε τῆς καθέτου, ποιήσοντα λζ 𐅵. τοσούτων ἀρουρῶν ἐστιν τὸ ἡμικύκλιον, ὡς ὑπόκειται σχοινίων ε διάμετρος σχοινίων ι διάνοια μέτρων δρόμωι ἀρτάβαι ρ. πόσαι …ὡς δεῖ ποιῆσαι. λαβὲ τῶν …τὸ ρ, γίνεται α, ἐπὶ κη, γίνεται κη …προκειμένας ἀρτάβας …ἔσται …δρόμωι ἀρτάβαι …. ὡς δεῖ ποιῆσαι. λαβὲ τῶν …γίνεται …,ἐπὶ κγ 𐅷,γίνεται …ἐστι τὰς προκειμένας ἀρτάβας …