Ancient Greek
P.Rein. 1 46
Documentary Papyri, P.Rein. 1 46
Not analysed yet
Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ἡρᾷ κωμογραμματεῖ κώμης Σοκνοπαίου νήσου παρὰ Στοτοήτεως Παουήτεως τοῦ Στοτοήτεως μητρὸς Θασῆτος ἀπὸ κώμης Σοκνοπαίου νήσου διὰ φροντιστοῦ τοῦ πατρὸς Παουήτεως· ἀπογράφομαι ἐμαυτήν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν· καταγείνομαι δὲ ἐν οἰκίᾳ ἰδίᾳ· εἰμὶ δὲ ἡ προγεγραμμένη Στοτοῆτις ἐτῶν λϛ καὶ τὰς θυγατέρας Ταπιέμις Σώτου ἐτῶν ιγ καὶ Τεσαῦριν …τος ἐτῶν δ, ὑπάρχει τε αὐταῖς τὸ ἐπιβάλλον …μέρος οἰκίας καὶ αὐλῆς πατρικὸν καὶ μαμμικὸν οἰκίας γ καὶ αὐλῆς …καὶ μηχανῆς· διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. …Ἡρᾶς κωμογραμματεὺς ἔσχον αὐτοῦ τὸ ἴσον ἔτους κθ Κομμόδου …Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ λ