Ancient Greek
P.Rein. 1 52
Documentary Papyri, P.Rein. 1 52
Not analysed yet
παρὰ Ἀλυπίου. καὶ ἄλλοτε ὑμῖν ἐγράφη τὴν περιποίησιν τοῦ σίτου καὶ τὴν ἀναπομπὴν δηλῶσαι· ὑμεῖς δὲ ἠμελήσατε ἴσως οὐ καλῷ συνειδότι χρώμενοι· ὃ καὶ νῦν ποιήσατε ἵνα μὴ μετὰ στρατιώτου ἀναγκάσθητε τοῦτο ποιῆσαι. ἐρρῶσθαί σε εὔχομαι σεσημείωμαι Ἡρωνείνωι φροντιστῇ Θράσω ἔτους ιβ Θὼθ κϛ