Ancient Greek
P.Rein. 2 107
Documentary Papyri, P.Rein. 2 107
Not analysed yet
τῷ εὐαγεῖ μοναστηρίῳ Φελ δι’ ὑμῶν ἀββᾶ Ἰακώβου τοῦ θεοφιλεστάτου πρεσβυτέρου καὶ ἡγουμένου τοῦ αὐτοῦ μοναστηρίου τοῦ Κοπτίτου νομοῦ, Αὐρήλιος Αλλάμων ὁ καὶ Εἰῶτ υἱὸς Πραιπόσιτου χαλκεὺς ἀπὸ Συήνης χαίρειν. ὁμολογῶ ἔχειν σου καὶ χρεωστεῖν σοι χρυσοῦ νομισμάτιον ἓν ζυγῷ πενήτων γίνεται χρυσοῦ νομισμάτιον α καὶ τοῦτο ἑτοίμως ἔχω παρασχεῖν σοι καὶ πληρῶσαι σε ὁπόταν βουληθείης ἀναμφιβόλως. ἡ δὲ ἀσφάλεια κυρία καὶ βεβαία μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται ἐγράφη Φαρμοῦθι α τῆς ἕκτης ἰνδικτίωνος †Ἰωτ Πραιπόσιτου στοιχεῖ μοι ἡ ἀσφάλεια ὡς πρόκειται Θεόπεμπτος Χριστοφόρου νομικ ἀπὸ Διοκλητιανοῦ πόλεως μαρτυρῶ τῇ ἀσφαλείᾳ ἀκούσας παρὰ Εἰῶτ τοῦ καὶ θεμένου ἀσφάλεια Ἀλλάμωνος ὁ καὶ Εἰῶτ υἱὸς Πρεπόσιτος χαλκεὺς ἀπὸ Συήνης χρυσοῦ νομισμάτιον α