Ancient Greek
P.Rein. 2 109
Documentary Papyri, P.Rein. 2 109
Not analysed yet
…γάρ, ἐὰν ἀπολίπῃ ὁ Ἀντ…ς Θει… καὶ ἐργάται· ὁμοίως δὲ καὶ περὶ τῶν Δημητρίου γεωργίων φρόντιζε καὶ τῶν ἄλλων πάντων καθάπερ ποιεῖς· ἐπιμέλου δὲ καὶ σαυτοῦ καὶ τῶν παιδίων ἵνʼ ὑγιαίνητε· κομιζόμενος δὲ ……χαλκοῦ παρʼ Ἀλκιμήδου καὶ πληρώσας τάλαντα β ἐξαπόστειλόν μοι· ἔστιν ὁ λόγος ἀπὸ ταλάντων γ Γ ἀργυρίου ιϛ τάλαντον α φξ καὶ …υ Δχπ, ὥστε σοι γίγνεται τάλαντον α Εσμ …αὐτοῖς τάλαντον α Γψξ. ἀπόστειλον δέ μοι καὶ τὸ λευκόφαιον κώδιον καὶ τὰ ἔμποκα, ἀφʼ ὧν ἐγεγράφην σοι· ἐκπορεύομαι γὰρ εἰς περιοδείαν ἐκ τῆς ε εἰς τοὺς αὐτόσε τόπους καὶ πρὸς σέ. ἔρρωσο ἔτους λθ Φαρμοῦθι·