Ancient Greek
P.Rein. 2 113
Documentary Papyri, P.Rein. 2 113
Not analysed yet
τῷ κυρίῳ μου Ἀντωνίωι Φιλοξένωι. παρὰ Αὐρηλίου Ἐπιμάχου χαλκέως ἀπὸ κώμης Καμείνων. διʼ εὐχῆς μοί ἐστι, δέσποτα, παρὰ τοὺς πόδας σου ὑπηρετεῖν. διὸ δέομαι ὅπως μου ἀνθρώπου πρεσβύτου καὶ σχεδὸν τοῖς ὀφθαλμοῖς ἀμβλυωπήσαντος ἐλεήσεις, ὅπως συντηρήσῃς με ἀπὸ ἀσθενείας, ἵνα σου τὰ ἔργα ὅσα βούλει τελέσω ἄνευ μισθοῦ, ἐμοί σου σίδηρον παρέχοντος ……ἄνευ πρα… προῄρημαι ὑπηρετήσειν ……εως καί, εἰ δόξει, ἐπανελθὼν ἐν τῇ ἡμετέρᾳ κώμῃ Καμείνων ἐκεῖσε ἐργάζεσθαι τῶν μαθητῶν μου ἐν τῇ αὐτῇ ὄντων καὶ δεομένων τῆς ἐμῆς διατάξεως· ἐπίτρεψον δὲ Σαραπίωνι φροντιστῇ Βέβρυχος ὅσα ἔχω ἐκεῖσε ἀπολῦσαι πρὸς τὸ ὅσα βούλει ἔργα, ὡς ἔφης, ἀποπληρώσειν καὶ διὰ παντὸς τῇ τύχῃ σου χάριτας ὁμολογεῖν. διευτύχει