Ancient Greek
pg4.39.1 to pg4.41.r.4
Documentary Papyri, P.Rev. pg4.39.1-pg4.41.r.4
Not analysed yet
……τοῦ μὲν σησάμου τὴν ἀρτάβην τὴν τριακονταχοίνικον καθαρὸν εἰς ὅλμον δραχμῶν η, τοῦ δὲ κρότωνος τὴν ἀρτάβην τὴν τριακονταχοίνικον καθαρὸν εἰς ὅλμον δραχμῶν δ, κνήκου καθαρὸν εἰς ὅλμον τὴν ἀρτάβην δραχμῆς α διωβόλου, κολοκύνθου τὴν ἀρτάβην τετρωβόλου, τοῦ λίνου σπέρματος τριωβόλου ἐὰν δὲ μὴ βούληται ὁ γεωργὸς διδόναι καθαρὸν εἰς ὅλμον, παραμετρείτω ἀπὸ τῆς ἅλω καθαρὰς κοσκίνωι καὶ προσμετρείτω εἰς τὴν ἀποκάθαρσιν εἰς ὅλμον τοῦ μὲν σησάμου ταῖς ἑκατὸν ἀρτάβας ζ καὶ τοῦ κρότωνος τὸ ἴσον, τῆς δὲ κνήκου ἀρτάβας η. ϛ6 λαμβανέτωσαν δὲ παρὰ τῶν γεωργῶν εἰς τὰς δύο δραχμὰς τὰς λογευομένας ἀπὸ τοῦ σησάμου καὶ τὴν δραχμὴν α τοῦ κρότωνος σήσαμον καὶ κρότωνα τιμῆς τῆς ἐν τῶι διαγράμματι γεγραμμένης, ἀργύριον δὲ μὴ πρασσέσθωσαν. ἄλλωι δὲ μηθενὶ ἐξουσίαν ἐχέτωσαν οἱ γεωργοὶ πωλεῖν μήτε σήσαμον μήτε κρότωνα. ……τοῦ ἀντιγραφέως παρὰ τοῦ κωμάρχου καὶ ἀποσφράγισμα διδότωσαν τῶι κωμάρχηι ὧν παρʼ ἑκάστου γεωργοῦ ἔλαβον. ἐὰν δὲ μὴ δῶσι τὸ ἀποσφράγισμα, μὴ προϊέσθω ὁ κωμάρχης ἐκ τῆς κώμης· εἰ δὲ μή, ἀποτινέτω εἰς τὸ βασιλικὸν δραχμὰς Α καὶ ὅ τι ἂν ἡ ὠνὴ διὰ ταῦτα καταβλαβῇ πενταπλοῦν. πωλήσουσι δὲ τὸ ἔλαιον ἐν τῆι χώραι τό τε σησάμινον καὶ τὸ κνήκινον καὶ τοῦ κίκιος καὶ τοῦ κολοκυνθίνου καὶ ἐπελλυχνίου πρὸς χαλκὸν τὸν μετρητὴν τὸν δωδεκάχουν δραχμῶν μη, τὴν δὲ κοτύλην διωβόλου, ἐν Ἀλεξανδρείαι δὲ καὶ τῆι Λιβύηι πάσηι τοῦ σησαμίνου καὶ τοῦ κίκιος τὸν μετρητὴν δραχμῶν μη, τὴν δὲ κοτύλην διωβόλου, καὶ παρέξουσιν ἱκανὸν τοῖς βουλομένοις ὠνεῖσθαι πωλοῦντες διὰ χώρας ἐν πάσαις ταῖς πόλεσιν καὶ κώμαις …σ…μ… μέτροις τοῖς ἐξετασθεῖσιν ὑπὸ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως. …συντελε… τὰ συντεταγμένα τῶι νομάρχηι ὁ οἰκονόμος καὶ ὁ ἀντιγραφεύς. ἀποδειξάτωσαν δὲ τὸν σπόρον τῶι διοικοῦντι τὴν ὠνὴν μετὰ τοῦ οἰκονόμου καὶ τοῦ ἀντιγραφέως.