Ancient Greek
pg4.57.21 to pg4.60.2
Documentary Papyri, P.Rev. pg4.57.21-pg4.60.2
Not analysed yet
ἴσον λήψονται ὅσον ἀπό τε τοῦ κίκιος καὶ ἀπὸ τοῦ κρότωνος ἐλάμβανον. τῶι δὲ κατεργασαμένωι ἐπακολουθήσουσιν οἱ τὴν ὠνὴν ἔχοντες καὶ παρασφραγιοῦνται. ὅσον δʼ ἂν ἐξ ἑκάστου νομοῦ σήσαμον ἢ κρότωνα χορηγήσωμεν ἢ ἔλαιον σησάμινον ἢ κίκι ἢ τὸ κολοκύντινον εἰς τὸ ἐλλεῖπον, οὐ πράξονται οἱ πριάμενοι τὴν ἐλαικὴν ἐξ οὗ ἂν νομοῦ τὸ πλεονάζον ἐξάγωμεν τέλος οὐθέν. τὸ δὲ σπειρόμενον σήσαμον καὶ κροτωνα ἐν τῆι ἀφωρισμένηι παραλήψεται ὁ οἰκονόμος καὶ χορηγήσει εἰς τὸ ἐλαιούργιον τὸ ἐν Ἀλεξανδρείαι. πωλοῦμεν δὲ τὴν ὠνὴν πρὸς χαλκὸν καὶ ληψόμεθα εἰς τὸν στατῆρα ὀβολοὺς εἴκοσι τέσσαρας. ἐὰν δὲ πλείω ἡ ῥύσις ἐγβηι, ὑπάρξει τὸ πλεῖον εἰς τὸ βασιλικόν. διόρθωμα τοῦ νόμου ἐπὶ τῆι ἐλαικῆι. πωλοῦμεν τὴν ἐλαικὴν τὴν κατὰ τὴν χώραν ἀπὸ μηνὸς Γορπιαίου τοῦ κζ ἔτους ,Αἰγυπτίων Μεσορὴ εἰς ἔτη β κατὰ τὸ ἔκθεμα τὸ ἐκκείμενον …παρε… …ἀρούρας …υρ… πλείονος, ὑπάρξει τὸ τέλος τοῦ σησάμου καὶ τοῦ κρότωνος τοῖς τὸν εἰσιόντα χρόνον πριαμένοις. ὅσας δʼ ἂν ἀρούρας ἐλάσσους ἀποδείξωμεν κατεσπαρμένας τῶν προκηρυχθεισῶν ἐν ἑκάστωι νομῶι, παρέξομεν ἐξ ἄλλων νομῶν τό τε σήσαμον καὶ τὸν κρότωνα τὸν ἐνλείποντα καὶ ἀπὸ τοῦ δοθησομένου σησάμου καὶ κρότωνος ὑπάρξει αὐτοῖς τὸ τέλος ἀρτάβης β δραχμῶν τοῦ σησάμου καὶ δραχμῆς α τοῦ κρότωνος. ἐξ οὗ δʼ ἂν νομοῦ τὸ πλεονάζον τοῦ προκηρυχθέντος ἐξάγωμεν ἢ σήσαμον ἢ κρότωνα, οὐ πράξονται τὸ τέλος τὸ ἀπὸ τοῦ σησάμου καὶ τοῦ κρότωνος. ὅσον δʼ ἂν μὴ δῶμεν σήσαμον ἢ κρότωνα, κατεργασάμενοι διὰ τῶν οἰκονόμων μετρήσομεν εἰς τὸ ἐλλεῖπον σήσαμον καὶ ἔλαιον κολοκύνθινον ἔλαιον ἀφʼ οὗ τὸ ἐπιγένημα τὸ ἴσον λήμψονται ὅσον ἀπὸ τοῦ σησαμίνου ἐλαίου καὶ τοῦ σησάμου, εἰς δὲ τὸ κίκι, τὸ κολοκύνθινον ἔλαιον καὶ τὸ ἀπὸ τοῦ λίνου σπέρματος κ… κατεργασάμενοι διὰ τῶν οἰκονόμων μετρήσομεν, ἀφʼ οὗ τὸ ἐπιγένημα τὸ ἴσον λήμψονται ὅσον ἀπό τε τοῦ κίκιος καὶ ἀπὸ τοῦ κρότωνος ἐλάμβανον. τῶι δὲ κατεργασαμένωι ἐπακολουθήσουσιν οἱ τὴν ὠνὴν ἔχοντες καὶ παρασφραγιοῦνται.