Ancient Greek
P.Ross.Georg. 2 10
Documentary Papyri, P.Ross.Georg. 2 10
Not analysed yet
Πλάτων νεώτερος τοῖς ἐν Παθύρει πρεσβυτέροις χαίρειν. περὶ τῆς περιεσπασμένης Ψεναπάθου τοῦ ἐπιστάτου τοῦ Εἰλιθυοπολίτου ὄνου τῆς μετηγμένης πρὸς ὑμᾶς ὑπὸ Ἐσθώτου σὺν τῶι πώλωι πεπόμφαμεν Ἁρσιῆσιν τὸν μαχαιροφόρον. καλῶς οὖν ποιήσετε προσεδρεύσαντες ὅπως ἂν παραδοθῆι αὐτῶι καὶ ἡ ταύτης πῶλος ἀποκαταστῆσαι τῶι κυρίωι. ἔρρωσθε ἔτους λ Ἁθὺρ ιε τοῖς ἐν Παθύρει πρεσβυτέροις.