Ancient Greek
P.Ross.Georg. 2 21
Documentary Papyri, P.Ross.Georg. 2 21
Not analysed yet
Ἑρμείνωι στρατηγῶι Μεμφείτου …δος Πρωτάρχου Μεμφείτιδος διὰ τοῦ ἀνδρὸς Ἀσκλανούβιδος Ἀκάμαντος γεμομένου ἀρχιερέως τοῦ ἐν Μέμφει Ἁδριανείου. παροριζομένης μοῦ ἐν τῇ ὑπαρχούσῃ μοῖ περὶ κώμην Κερκεφθᾶ τοῦ αὐτοῦ νομοῦ σιτικῇ ἀρούρῃ μίᾳ τετάρτῳ ἑκκαιδεκάτῳ ὑπὸ Πολυδεύκους Ἱππαλίωνος καὶ Σαραπίωνος Παμμένους ἀντικατέστη ὁ προγεγραμμένος μου ἀνὴρ Ἀσκλανοῦβις πρὸς τὸν ἕνα αὐτῶν Πολυδεύκην ἐπὶ Αἰλίου Παρμενίωνος τοῦ κρατίστου ἐπιστρατηγοῦ, καὶ ἠθέλησεν τὸν κωμογραμματέα γενόμενον ἐπὶ τῶν τόπων καὶ ἐπιλαβόμενον ἐξετάσεως ἑκάστῳ τὰ ἴδια παραδοῦναι. διὸ ἀξιῶ ἐπιστεῖλαι τῷ τῆς κώμης κωμογραμματεῖ …