Ancient Greek
P.Ross.Georg. 2 26
Documentary Papyri, P.Ross.Georg. 2 26
Not analysed yet
…επιστο …ολ… …οσαει …. καὶ …ἐκεῖ γίνεσθαι τῇ σῇ χάριτι, ἄδελφε τιμιώτατε,, καὶ βοηθείαι Ἡρακλᾶς ὁ συνεξελεύθερός σου ἐν μείζονι δόξῃ, ἐπὰν ἐκλείσθη ταῦτα, ὁπότε πρὸς σὲ ἔγραφεν. ἤμην ἐρρώμενος ἅμα τῇ συμβίῳ μου καὶ τοῖς ἐμοῖς πᾶσι εὐχόμενος, ἵνα καὶ σὲ, ἄδελφε, ταῦτά μου τὰ γράμματα ἅμα τῇ συνβίῳ σου ἰσχύοντα καὶ ἱλαρὸν καταλάβῃ. θεοὶ θεαί τε ἐμοὶ παράσχοιεν εὐτυχέστατόν σε οἱ θεοὶ ἡμῖν παράσχοιεν, ἄδελφε τιμιώτατε. ἐπέμφθη πρὸ τεσσάρων καλανδῶν Φεβρουαρίων, ὅς ἐστιν Μεχὶρ τετράς, Βραδούᾳ καὶ Οὐάρῳ ὑπάτοις. ἔτει κγ Ἀντωνίνου. ὅμοιως ὑπὸ τῶν εἰκοστώνων οὕτως. Οὐαλέριος Κάσσιος ὁ καὶ Γέμινος καὶ Ἀτίνιος …ουμε… εἰκοστῶναι κληρονομίων διὰ Ἰουλίου ἀδιούτορος Αἰλίῳ Ἐπαφροδίτῳ Σεβαστοῦ ἀπελευθέρῳ χαίρειν. ἐπεὶ καὶ ὁ κράτιστος Κόσμος ὁ ἐπίτροπος ἐν καιρῷ ἠθέλησεν ἐπὶ σοῦ ἀνοίγεσθαι τὰς διαθήκας αὐτόθι ἐν τῷ Ἀρσινοίτῃ νομῷ καὶ νῦν ἡμεῖς παρακαλοῦμεν, ἄδελφε, ἵνα ἐν τοσούτῳ τὸ α… ἀκριβες… …ημεν μείνηται ,ἄχρις ἂν πέμψωμεν πραματευτάς. πᾶσαι δὴ διαθήκαι …ενται… …ενα… μηδαμοῦ λυέσθων ἢ ἐνθάδε. σοῦ παρατυνχάνομεν ἵνα καὶ τὰ ἀντίγραφα ε… …μα…σαι ἐντὸς τῶν δέκα ἡμερῶν γινόμεναι ἀπογραφαὶ ἐπὶ σοῦ γείνωνται ……προσ…μοις …ἀκολουθοῦντες τῇ προκειμένῃ ……οι ……λαμβανε…ις… …ς παρὰ τὰ ἀπειρημένα αὐτῶν ποιούντων …ἄδελφε …ἐπέμφθη πρὸ δέκα καλανδῶν Φεβραρίων Τῦβι κη Βραδουᾷ καὶ Οὐάρῳ ὑπάτοις. ἔτους κγ Ἀντωνίνου.