Ancient Greek
P.Ross.Georg. 3 1
Documentary Papyri, P.Ross.Georg. 3 1
Not analysed yet
Μάρκος Ἀντωνίᾳ καὶ Σαραπίωνι καὶ Κασσιανῷ τοῖς μου γονεῦσι πλεῖστα χαίρειν. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τοῖς συννάοις θεοῖς· οὐ γὰρ ἰσχύει τις ἀναβῆναι προσκυνῆσαι διὰ τὴν γεναμένην μάχην τῶν ἀνωτεριτων πρὸς τοὺς στρατιώτας. ἐτελεύτησαν στρατιῶται ιε ἐκ τῶν σιγγουλαρίων χωρὶς τῶν λεγιωναρίων καὶ τῶν ἠβοκατόρων καὶ τῶν πεπληγότων καὶ τῶν χαλαστῶν. νῦν οὖν ὑμῖν γράφω ὅτι ἐν τάχει ὃ ποιεῖται πέμψατέ μοι τὸ ἐρεοῦν κολόβιον ἵνα ἐντός μου αὐτὸ εὕρω. καὶ ὁ φοινικὼν ποτισθήτω τρὶς, ὡς ἐν τοιούτῳ καιρῷ, καὶ πωλησάτω τὰς ἀρούρας αὑτοῦ πάλιν, ὅσων ἐκεῖ ἐστιν, ὁ Κασσιανός, καὶ ἐκπλεξάτω πάντα τὰ μετέωρα ἡμῶν, λαβέτω ἀποχὴν ὡς ἀνεγκλησίαν παρὰ τοῦ Θηβαίου. καὶ γινώσκειν ὑμᾶς θέλω ὅτι οὐκ ἴσχυκα ἀπελθεῖν εἰς τὰ μέρη Κασσιανοῦ, οὐκ οἶδα εἰ ἐξῆλθε ἡ μήτηρ τῶν παιδίων αὐτοῦ ἢ οὔ· καὶ γὰρ ἐξερχόμενος Κασσιανὸς ἐνετείλατό μοι γράψαι αὐτῷ τὰ περὶ τῆς πολέως Κυνῶν καὶ ὁ ἄρτος εἰ ἀναρπάζεται. καὶ ὡς ἐν τῇ ἑκάστῃ ἐπιστολῇ σοι γράφω ἐκτινάξαι μου τὰ ἰατρικὰ βυβλία, ἐκτίναξον καὶ ἆρον αὐτὰ ἀπὸ τῆς θυρίδος ἃ κατέλειψα ἐξερχόμενος. καὶ ὁ Ἀπολλώνιος ὁ τυφλὸς ἦλθεν πρὸς ἐμὲ λέγων μοι ὅτι ἐπαφέωκεν Σεραπιακὸς τῇ μητρί σου τὰς ἀρούρας . ἐὰν οὖν ἦν ἐπαφεὶς καὶ εἰδῇς τὴν τοῦ Ἀπολλωνίου τούτου τοῦ τυφλοῦ γνώμην ὅτι εὐγνώμων ἐστὶν, μίσθωσον αὐτῷ αὐτὰς, ἐὰν μή σοι ἦν ἐκεῖνος, πλήρης δοῦσατὸν σῖτον. ἀσπάζου Εὐδοκείαν τὴν τοῦ Ὀκταίου συνβίωσιν μετὰ τῶν παιδίων καὶ Οὐαλέριον τὸν τοῦ Πασικᾶτος καὶ Ἀρσένιον καὶ πάντας καὶ κυρίαν καὶ τὴν ἀδελφήν μου …πάντας κατʼ ὄνομα ἀσπάζου. ἀσπάζου καὶ Γαίωνα καὶ Οὐαλέριον τὸν τῆς πίσσης. ἐρρῶσθαι ὑμᾶς εὔχομαι . ἀπόδος Σαραπίωνι καὶ Κασσιανῷ τοῖς πατράσι.