Ancient Greek
P.Ross.Georg. 3 12
Documentary Papyri, P.Ross.Georg. 3 12
Not analysed yet
νομίζω ὅτι εἰ μὴ ἡ χεὶρ τοῦ θεοῦ βοηθήσῃ, τὸ τῆς παροιμίας εἰς ἐμὲ ἔχετε πληρῶσαι ὅτι ἀπῆλθες ἐκ τῆς ὄψεως, ἀπῆλθες ἐκ τῆς ψυχῆς· ἀπέκαμον γὰρ γράφων ὑμῖν ἵνα διὰ τῶν ἀντιγραφῶν σημάνατέ μοι εἰ προσέχουσιν ὑμῖν καὶ ποιοῦσιν ὑμῖν ἀποκρίσεις, καὶ ἀνέμους ἀντιγράφετε μήτε πόδια ἔχοντος μήτε κεφαλὴν. οὐ μὴν ἀλλὰ καὶ Κολλούθου τοῦ παιδὸς πεμφθέντος παρʼ ἐμοῦ ἐν τῷ Ἀρσινοίτῃ ἔγραψα ὑμῖν πέμψαι τὸ ἐρεοῦν μαλλωτὸν μετὰ καὶ τῶν ἄλλων εἰδῶν καὶ διὰ τῆς χάριτος τοῦ θεοῦ τρεῖς ἥμισυ μῆνας ἐποίησεν ἐκεῖ καὶ ἦλθεν κουφόχερα μήτε γράμματα ὑμῶν ἐνεγκών μοι. καὶ ἐν ὅσῳ ταῦτά εἰσιν, ὤφελον καὶ ἐγὼ σχεῖν ἐγκέφαλον καὶ μὴ γράψαι ὑμῖν· καὶ ἀρκεῖ μοι ἕως τοῦτο γράψαι. σὺν θεῷ τῇ δεσποίνῃ μου Φιλοστοργίᾳ μητρὶ Σχολαστικίος υἱὸς αὐτῆς.