Ancient Greek
P.Ross.Georg. 3 15
Documentary Papyri, P.Ross.Georg. 3 15
Not analysed yet
παρά οὐκ ἐχρῆν τὴν ὑμῶν θαυμασιότητα ὑπερθέσθαι με μέχρι τῆς δεῦρο …τὸ ταπήτιον ὥστε ἐπὶ τοσοῦτον λυπηθῆναί με. ἐπειδὴ δὲ γεγράφηκέν μοι περὶ τούτου Ποῦσι γεγράφηκεν δὲ Καλλινίκῳ τῷ σιγγουλαρίῳ καὶ ἐγὼ γεγράφηκα τῇ ὑμῶν ἀρετῇ. καταξιώσατε δὲ τὸ ταπήτιον ἀποστεῖλαί μοι διὰ Ποῦσι τοῦ σιγγουλαρίου ἵνα μὲν ἐκ τούτου παύσωμαι τῆς λύπης, φροντίσαι δὲ καταξιώσατε τῶν ἐμῶν συνηθειῶν. ἐπίδος τοῖς θαυμασιωτάτοις καὶ ἐναρέτοις ἀδελφοῖς Πλάτωνει …καὶ Ἰωάννῃ . ιγο… παρὰ Ὠριγένους