Ancient Greek
P.Ross.Georg. 3 18 Ro & Vo l. 1
Documentary Papyri, P.Ross.Georg. 3 18
Not analysed yet
πρὸ μὲν πάντων πολλὰ προσκυνῶ τὸν ἐμὸν δεσπότην. παρακαλῶ ὑμᾶς δέσποτα, ἐὰν δυνήθητε εὑρίσκειν εὐκαιρίαν κατερχομένην ἐν Ἀρσινοίτῃ, πεμφθῆναί μοι τὴν θυγατέρα μου καταπλέουσαν κατὰ τάχος, ἐπεὶ ὀλιγωρεῖ ἡ ψυχή μου διʼ αὐτὴν, ἀπέρχεταί μοι ὕπνος διʼ αὐτὴν. ἀλλὰ, τὸν θεόν, δέσποτά μου συνκροτήσατέ μοι τὰ μεγάλα, ὡς εἶπον, πεμφθῆναί μοι τὴν θυγατέρα μου. ὅταν δὲ μέλλετε πέμψαι τὴν θυγατέρα μου, πέμψον τὴν μητέρα, μὴ εἴ τινα εὕρῃ αὐτῇ …ἀποδοθήτω ἐμῷ δεσπότῃ Μηνᾷ κόμητι καὶ χαρτουλαρίῳ Εὐδοξία …χ… παρὰ Ἀσὴφ χοιρομαγείρου γ …φόλλεις …φω Θεοδωρακίο φόλλεις …δ Χοιὰκ κζ τιμῆς ὀψαρίου φόλλεις θ τιμῆς οὐγκίων ἀπὸ τῆς κυρίας φόλλεις η