Ancient Greek
P.Ross.Georg. 3 28
Documentary Papyri, P.Ross.Georg. 3 28
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου τὸ …Μεχεὶρ λ. ἔστιν δὲ ἀντίγραφον· συνέθεντο πρὸς ἀλλήλους Αὐρήλιοι Ἀσὴπ Ὃλ μητρὸς Τερμούθιος ἀπὸ κώμης Ταυρίνου τοῦ Ἀρσινοίτου νομοῦ καὶ Ἄρων Κουνία ἀπὸ ἐποικίου Ψετρὰ τοῦ αὐτοῦ νομοῦ ἐπὶ τῷ τὸν Αὐρήλιον Ἀσὴπ συνέρχεσθαι τῇ τοῦ Ἄρωνος θυγατρὶ Ἀπίᾳ πρὸς γάμου κοινωνίαν. ἀλλʼ ὁ Ἄρων πεισμοσύνῃ ὑπεδέξατο τὸν Ἀσὴπ γυμνιτεύοντα ἀπὸ τῆς οὔσης πρώτης ἰνδικτίονος καὶ παρέσχετο ὁ Ἄρων τῇ ἑαυτοῦ θυγατρὶ εἰς λόγον δωρυφίου δελματικομαφόρια τρία καὶ παλλίον ἕν . ἐντεῦθεν οὖν συμβιούτωσαν οἱ γαμοῦντες· οὐ μὴν ἀλλὰ καὶ φακιάλιον καὶ …ον καὶ ἐνώτιον· οὐκ οὔσης δὲ ἐξουσίας τῷ Ἀσὴπ καταλεῖψαι τὴν Σοφίαν μετὰ ταῦτα, ἐπιδώσει ὁ παραβὰς μετὰ ταῦτα τῷ ἐμμένοντι ὑπὲρ ἐπιτίμου καὶ στροφῆς καὶ ἐπηρείας χρυσίου νομίσματα δέκα ,οὐ μὴν οὐ καταλεῖψαι τὸν ταύτης πατέρα Ἄρωνα διὰ τὸ οὕτως συντεθεῖσθαι καὶ συμπεπεῖσθαι, καὶ ἐπερωτηθέντες ὡμολόγησαν. Αὐρήλιος Ἀσὴπ ὁ προκίμενος συνεθέμην ἐπὶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκιται. Αὐρήλιος Ἄρων Κουνία συνεθέμην ἐπὶ πᾶσι τοῖς ἐνγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος παπᾶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων ἀγραμμάτων.