Ancient Greek
P.Ross.Georg. 3 3
Documentary Papyri, P.Ross.Georg. 3 3
Not analysed yet
Ἀμμώνιος Ἀπίωνι τῷ ἀδελφῷ χαίρειν. πρὸ πάντων ἀσπάζομαι τὴν ἀδελφὴν καὶ τὰ παιδία σου πάντα. ἐὰν δύνῃ ἐγπλέξαι περσικὰ τὰ ἐπὶ τῆς ἀγορᾶς, μὴ ἀμελήσῃς ὡς εἰδὼς ὅτι θεῶν θελόντων ἤδη μέλλει τὰ ὧδε καταστέλλεσθαι καὶ μέλλω καὶ ἐγὼ πρὸς σὲ γίνεσθαι. διὸ οὖν μὴ ἀμελήσῃς καὶ εἰς τὴν ὠνὴν καὶ παραχρῆμα σὺ αὐτὰ ἀγόρασαι. πάντως οὖν σὺ πρᾶξον ὡς εἰδὼς ὅτι τοῦ θεοῦ θέλοντος τάχα καὶ ἐγὼ ἐν τάχει σε κατέλαβον. εἶπον δὲ καὶ τῷ κωφῷ Διονυσίῳ ἵνα καὶ αὐτὸς ὃ ἐὰν εὕρῃ ἀγοράσῃ. καὶ διʼ οὗ ἐὰν εὕρῃς ἐπιστολίδιόν μοι πέμψον. ἀλλὰ μὴ ἀμελήσῃς μηδὲ ψυχρεύσῃ τοῦ ὅσα ἐὰν ἐνῇ ἀγοράσαι ὡς εἰδὼς ὅτι οὐδὲν μέλλεις εἰς ἐμὲ βλάπτεσθαι ἀλλὰ οὐδὲ λυπεῖσθαι. πάντως οὖν πρᾶγμά σου πρᾶξον ἵνα διὰ σοῦ μόνου τὰ ὄντα ᾖ ἀγορασθέντα περσικά. πάντως μὴ ἀμελήσῃς. ἄσπασαι Παμμένην καὶ τοὺς αὐτοῦ πάντας. ἐὰν χρείαν ἔχῃ Διονύσιος ὁ ἀδελφός μου, ἕως δραχμῶν ἑκατὸν δὸς αὐτῷ καὶ λαβὲ αὐτὰς παρʼ ἐμοῦ, ἀλλὰ μὴ ἄλλως. ἐρρῶσθαί σε εὔχομαι πανοικὶ μετὰ τοῦ οἴκου σου ὅλου, ἄδελφε Ἀπίων.