Ancient Greek
P.Ross.Georg. 3 43
Documentary Papyri, P.Ross.Georg. 3 43
Not analysed yet
παρὰ τοῦ κοίνου τῶν κληρικῶν τοῦ ἁγίου Φοιβάμμωνος διὰ Πυνώτε ὀφφικιαλίου τῶι λαμπροτάτῳ Φοιβάμμωνι κόμετι καὶ ἐκδίκῳ. ἐδεξάμεθα καὶ ἐπληρώθημεν παρὰ τῆς ὑμῶν λαμπρότητος τοῦ πάκτου τρεισκαιδεκάτης ἰνδικτίονος πρὸς τὰς γεγενημένας μεταξὺ ἡμῶν ἐμφυτεύσεις καὶ πρὸς ὑμετέραν ἀσφάλειαν πεποιήμεθα ὑμῖν ἀπόδειξιν ὡς πρόκειται. Πυνώτε στοιχεῖ μοι αὐτὴ ἡ πληρωτικὴ ἀπόδειξις ὡς πρόκειται. ὁ δεῖνα …στοιχεῖ μοι ταύτην τὴν πληρωτικὴν ἀπόδειξιν ὡς πρόκειται …