Ancient Greek
P.Ross.Georg. 3 47
Documentary Papyri, P.Ross.Georg. 3 47
Not analysed yet
ἐπληρώθην ἐγὼ Μέλας σύμμαχος τοῦ δημοσίου λουτροῦ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως υἱὸς τοῦ δεῖνος παρὰ σοῦ Φλαυίου Τιμοθέου τοῦ περιβλέπτου πατρὸς τῆς αὐτῆς πόλεως ἐκ τοῦ ἐξ ἔθους παρεχομένου μοι μισθοῦ ὑπὲρ τῆς ἐμῆς ὑπουργίας τοῦ αὐτοῦ δημοσίου λουτροῦ τῆς παρούσης πρώτης ἰνδικτίονος τοῦτʼ ἔστι χρύσινα δεκατέσσαρα Ἀλεξάνδρειας χρύσινα ιδ Ἀλεξάνδρειας. ἐγράφη μηνὶ Μεσορὴ β… τῆς …παρούσης πρώτης ἰνδικτίονος διʼ ἐμοῦ Ἰούστου συμβολαιογράφου