Ancient Greek
P.Ross.Georg. 3 51
Documentary Papyri, P.Ross.Georg. 3 51
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ εὐσεβεστάτου καὶ φιλανθρώπου ἡμῶν δεσπότου καὶ μεγίστου εὐεργέτου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους εἰκοστοῦ Φαμενὼθ …τετάρτης ἰνδικτίονος ἐν Ἀρσινόῃ Αὐρήλιος Μηνᾶς υἱὸς Ἀπολλῶ ἀπὸ ἐποικίου Κυρᾶς Μαρίας μετʼ ἐγγυήτου ἄπα Ἀπολλῶ υἱοῦ Βίκτορος ἀπὸ ἐποικίου Κυρίου Θεοῦ τῷ λαμπροτάτῳ Ἄππα Κύρῳ ὀστιαρίῳ υἱῷ τοῦ μακαρίου Θεοδώρου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὸ διαφέρον σοι ἐν πεδίῳ τοῦ αὐτοῦ ἐποικίου Κυρᾶς Μαρίας ἐν κλήρῳ καλουμένῳ τοῦ υἱοῦ Ἰούλου ἀμπελικὸν χωρίον ἀρούρης τετάρτου πλέον ἔλαττον μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐφʼ ὅσον χρόνον βούλει ἀπὸ καρπῶν τῆς σὺν θεῷ τετάρτης ἰνδικτίονος πρὸς τό με ἀπεργάσασθαι εἰς τὸ αὐτὸ χωρίον καὶ πᾶσαν ἀμπελουργικὴν ἐργασίαν ἐνδείξασθαι ἐν τούτῳ δεόντως καὶ ἀκαταγνώστως καὶ ἀκαταφρονήτως καὶ ἐκ τῆς σὺν θεῷ περιγινομένης ἐξ αὐτοῦ ῥύσεως τοῦ οἴνου ἐνιαυσίως διαφέρειν σοι μέρη δύο καὶ ἐμοὶ μέρος ἕν . ἔσχον δὲ εἰς ἀπεργασίαν ξοΐδα μίαν . εἰ δὲ περιφρονήσω εἰς τὴν ἀπεργασίαν τοῦ αὐτοῦ χωρίου ἢ καταγνώσθω εἰς βλάβην καρποῦ αὐτοῦ ἐπὶ τῷ σε ἀπαγαγέσθαι με ἐξ αὐτοῦ δίχα γεωργίας καὶ ἐὰν φθάσω τὸν καιρὸν τῆς τρύγης. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Μηνᾶς υἱὸς Ἀπολλῶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Di emu Justu …διʼ ἐμοῦ Ἰούστου μίσθωσις ἀμπελικοῦ χωρίου ἀρούρης δ ἐν πεδίῳ ἐποικίου Κυρᾶς Μαρίας γενομένη ὑπὸ Αὐρηλίου Μηνᾶ υἱοῦ Ἀπολλῶ μετʼ ἐγγυητοῦ Ἀπολλῶ υἱοῦ Βίκτορος εἰς Ἄππα Κῦρον ὀστιάριον