Ancient Greek
P.Ross.Georg. 4 11
Documentary Papyri, P.Ross.Georg. 4 11
Not analysed yet
……μὴ γνωσθῇ δὲ ἡμῖν ὡς ἀπέμεινεν ἐν τῇ διοικήσει σου ὡς εἴρηται ἐν ἀβρόχῳ μία ἄρουρα καὶ μόνη. μέλλομεν γὰρ θεοῦ κελεύοντος πέμψαι ἀπόστολον ἡμῶν τὸν ὀφείλοντα καταμαθεῖν τὸ πῶς διεγένου ἐν τούτοις καὶ οὐ μὴ διαλάθῃ ἡμᾶς τί ποτε. ἐνδρανῶς ἐνέχθητι εἰς τὴν τοιαύτην ὑπόθεσιν μὴ διδοὺς κατὰ σοῦ πρόφασιν ἢ σκάνδαλον ἀλλὰ τὸ ἐπιλαχὲν γένημα τῇ διοικήσει σου λόγῳ τῶν ὁρρίων Βαβυλῶνος ἀπʼ ἐμβολῆς ἰνδικτίονος ἐνάτης διὰ πάσης συντομίας ἀπόστειλον. οὐ μὴ γὰρ συγχωρήσωμεν ὑστερεῖν σε μίαν ἀρτάβην καὶ μόνην. λοιπὸν μὴ ἀμελήσῃς καὶ κινδυνεύσῃς. ἐγράφη μηνὶ Παῦνι ιθ ἰνδικτίονος θ.