Ancient Greek
P.Ross.Georg. 4 16
Documentary Papyri, P.Ross.Georg. 4 16
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ. Κόρρα βεν Σζερὶχ σύμβουλος Βασιλείῳ διοικητῇ κώμης Ἀφροδιτώ. οὐκ ἔστιν τὸ σύνολον οὐδὲν ἄλλο βασανιστήριον ἀνίατον καὶ ἀργὸν ἀποδεικνῦον τὸν βασανιζόμενον χείρω τοῦ λεπταρίου μετὰ καὶ ὀξιδίου. διὰ τοῦτο κελεύομεν μετὰ τὴν ἀπόλυσιν τῶν παρόντων ἡμῶν γραμμάτων μὴ λεπταρισθῆναί τινα. δεχόμενος οὖν τὰ παρόντα γράμματα παράγγειλον πᾶσι τοῖς τῶν χωρίων διοικηταῖς μείζοσι καὶ λοιποῖς ὑπουργοῖς σου τοῦ μὴ βασανίσαι τινὰ ἀπὸ λεπταρίου καὶ ὀξιδίου. εἰ μέντοι εὑρεθείη τις ἐκ τῶν τῆς διοικήσεώς σου παρὰ τῶν ὑπουργῶν σου βασανισθεὶς ἀπὸ λεπταρίου καὶ ὀξιδίου μέλλομεν ἀποδοῦναί σοι ἐν τῇ ψυχῇ καὶ ὑποστάσει σου. ἐγράφη μηνὶ Μεχεὶρ ε ἰνδικτίονος η. Μεχεὶρ ιε ἰνδικτίονος η ἠνέχθη διὰ Σαεὶδ περὶ ἐπιχειρῆσαι λεπταρίῳ καὶ ὀξιδίῳ.