Ancient Greek
P.Ross.Georg. 4 p. 99-105
Documentary Papyri, P.Ross.Georg. 4 App_pg100
Not analysed yet
οἶδεν ὁ ἀγαθός μου δεσπότης ὅτι πολλοὺς κόπους ἔπαθον καὶ…μ… αυτα ἀλλὰ καὶ τοὺς Πέρσας ἦλθον εἰς Τήνιν ᾖσαν καὶ ἐξήνεγκόν με εἰς τὸ Φωσσᾶτον καὶ ἐβασάνισάν με ἀπὸ ὀξιδίου καὶ μαρμάρων εἰς τὸ στόμα καὶ εἰς τὴν ῥῖνα καὶ ἀπέθανον ὡς εἷς ἐκ τῶν μνημείων καὶ μετὰ τρεῖς ὥρας ἦλθέν μοι πνοὴ καὶ ηὗρον αὐτοὺς ἀπῆλθον καὶ εἴασάν με ἐκ βορρᾶ τῆς Λητοῦς καὶ ὁ θεὸς ἐβοήθησέν μοι ἐξείλησα ἀπὸ τῶν χειρῶν αὐτῶν καὶ ἦλθον εἰς Ἀρσενοΐτην καὶ ἰδοὺ ἀηδιζόμην. κοιμουμένου μου καὶ τὰ παιδία μου ἔλαβον οἱ Πέρσαι εἰς ἐμʼ ἔτι. ἐγὼ μόνος γυμνὸς ἦλθον ἐνταῦθα. παρακαλῶ τῷ ἀγαθῷ μου δεσπότῃ.