Ancient Greek
P.Ryl. 1 12
Documentary Papyri, P.Ryl. 1 12
Not analysed yet
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις παρὰ Αὐρηλίας Δημῶτος ἀπάτορος μητρὸς Ἑλένης γυναικός Αὐρηλίου Εἰρηναίου ἀπὸ ἀμφόδου Ἑλληνείου. καὶ ἀεὶ θύουσα τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παροῦσι ὑμῖν κατὰ τὰ προστεταγμένα καὶ ἔθυσα καὶ ἔσπεισα καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς ὑποσημειώσασθαι μοι. διευτυχεῖται. Αὐρηλία Δημῶς ἐπιδέδωκα. Αὐρήλιος Εἰρηναῖος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου. Αὐρήλιος Σαβεῖνος πρύτανις εἶδόν σε θύουσαν. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι κ.