Ancient Greek
P.Ryl. 2 100
Documentary Papyri, P.Ryl. 2 100
Not analysed yet
τοῖς πρεσβυτέροις Μαγδώλων Μιρῆ τοῦ ἐνεστῶτος β ἔτους παρὰ Αὐρηλίου Μέλανος Φίβιος ἀπὸ κώμης Μαδγώλων Μιρῆ. βούλομαι ἑκουσίως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου τὰς ἐνελκομένας περὶ κώμην Ποαμπινοῦφιν ἐκ τοῦ Ἐπωνύχου κλήρου ἀρούρας …εἰς κατανομὴν τῷ κλήρῳ ἐπὶ ὁρίων τῶν ὄντων τοῦ κλήρου πρὸς τὴν τῶν προβάτων βρῶσιν καὶ κοίτην καὶ νομήν, φόρου ἀποτάκτου κατʼ ἔτος δραχμῶν ἑκατὸν ἑξήκοντα τῆς ὅλης, καὶ τὸν φόρον ἀποδώσω ὑμῖν ἐν δυσὶ προθεσμίαις ἐν μησὶ Παχὼν Παῦνι τοῦ αὐτοῦ β ἔτους, τῶν ἐνελκομένων δημοσίων καὶ ἐπιμερισμῶν πάντων κατʼ ἔτος ὄντων πρὸς ὑμᾶς τοὺς πρεσβυτέρους, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιε. Αὐρήλιος Μέλας Φίβιος βούλομαι μισθώσασθαι ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος Ὡρίων ὁ καὶ Ἀγαθὸς Δαίμων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.