Ancient Greek
P.Ryl. 2 109
Documentary Papyri, P.Ryl. 2 109
Not analysed yet
……ου τοῦ …πάντων ἀφʼ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης. ὡς Αὐρήλιος Ἑρμίας Πτολεμαίου Ῥωμαῖος καὶ Ἑρμοπολίτης ἀναγραφόμενος ἐπὶ Πόλεως Ἀπηλιώτου πατὴρ τῶν δυοῖν προδεδηλωμένων ἀφηλίκων ἐτελεύτησε κληρονόμους ἀποφήνας ἀμφοτέρους ἡμᾶς τοὺς ἑαυτοῦ υἱέας ἐκ διαθήκης τῆς καὶ ἀνοιχθείσης κατὰ τὸ ἔθος ἐν τῷ ἐφʼ Ἑρμοῦ πόλεως Καισαρείῳ ἐπὶ παρόντι σοι διὰ βοηθοῦ τῇ κη τοῦ ὄντος Μεσορὴ μηνὸς ὥρας ἀρχομένης τετάρτης, ὀμνύομεν τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην τὰ καταλειφθέντα σύμπαντα ὑπὸ τοῦ προκειμένου πατρὸς ἡμῶν ἄξια εἶναι ὡς ταλάντων Σεβαστῶν δέκα . ἔτους α Μεσορὴ λ. Αὐρήλιος Ἑρμόδωρος ὁ καὶ Ἀπολλώνιος ἐπίτροπος τῶν ἀφηλίκων ἀναγραφόμενος ἐπὶ Φρουρίου Λιβὸς ὤμοσα ὑπὲρ αὐτῶν ὡς πρόκειται.