Ancient Greek
P.Ryl. 2 129
Documentary Papyri, P.Ryl. 2 129
Not analysed yet
Διονυσοδώρωι στρατηγῶι Ἀρσινοείτου παρὰ Ψοσναῦτος τοῦ Κεσθώρου γεωργοῦ σου ἰδίων. νυκτὶ τῆι φερούσηι εἰς τὴν ιϛ τοῦ Φαμενὼθ τοῦ ιϛ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐπιβαλόντες τινὲς λῃστρικῶι τρόπωι εἰς τὴν ὑπάρχουσάν μοι οἰκίαν ἐν Εὐημερείᾳ καὶ ἔνδον γενάμενοι τῆς χορτοθήκης μου ἤροσάν μου χόρτου δέσμας πεντακοσίας . διὸ ἀξιῶ τὴν ἀναζήτησιν ποιήσασθαι καὶ τοὺς τὸ τοιοῦτο διαπράξαντας τυχεῖν ὧν προσῆκόν ἐστιν. εὐτύχει.